Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.252 Joseph. AJ 15.258 (English) >>Joseph. AJ 15.263

15.256καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην. 15.257ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατʼ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν· ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει. 15.258Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε. 15.259

Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους· ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρʼ ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθʼ αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος. 15.260οὐ μὴν Σαλώμη τὸν ἐγγενῆ νόμον, ἀλλὰ τὸν ἀπʼ ἐξουσίας ἑλομένη τήν τε συμβίωσιν προαπηγόρευσεν καὶ πρὸς τὸν ἀδελφὸν Ἡρώδην ἔλεγεν ὑπὸ τῆς εἰς ἐκεῖνον εὐνοίας ἀποστῆναι τἀνδρός· ἐγνωκέναι γὰρ αὐτὸν μετʼ Ἀντιπάτρου καὶ Λυσιμάχου καὶ Δοσιθέου νεωτέρων ἐφιέμενον. καὶ πίστιν παρεῖχεν τοῦ λόγου τοὺς Σάββα παῖδας, ὅτι διασώζοιντο παρʼ αὐτῷ χρόνον ἐνιαυτῶν ἤδη δεκαδύο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.252 Joseph. AJ 15.258 (English) >>Joseph. AJ 15.263

Powered by PhiloLogic